Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.175 Joseph. AJ 19.179 (English) >>Joseph. AJ 19.184

19.177ἐχθρὸν δὲ τυραννίδι πᾶν τὸ ἐλεύθερον, εἰς εὔνοιάν τε ἐκκαλεῖσθαι αὐτὴν καὶ τοῖς ἐν ὀλίγῳ τιθεμένοις ὁπόσα πεπόνθοιεν οὐκ ἔστιν. ἐξεπιστάμενοι γὰρ ὧν ἀναπλήσειαν κακῶν ἔστιν οὓς κἀκεῖνοι μεγαλοφρόνως καταφρονημάτων τε πρὸς τὴν τύχην, αὐτοὶ λανθάνειν αὐτοὺς ὧν πράξειαν μὴ δυνάμενοι μόνως πιστεύουσιν κτήσεσθαι τοῦ ὑπόπτου τὸ ἀδεές, εἰ παντελὲς αἱρεῖσθαι δυνηθεῖεν αὐτούς. 19.178τοιούτων δὴ κακῶν ἀπογεγονότες καὶ ὑποτελεῖς ἀλλήλοις καταστάντες, αἵπερ πολιτειῶν ἐχεγγυώταται πρός τε τὸ παρὸν εὔνουν καὶ τὸ αὖθις ἀνεπιβούλευτον καὶ τὸ δόξαν οἰκείαν τῷ ὀρθουμένῳ τῆς πόλεως δίκαιοί τε προνοῆσαι διὰ τὸ εἰς κοινὸν αὐτοῦ τὴν ὠφέλειαν ἀπαντᾶν καὶ ἀνταποφήνασθαι γνώμην, 19.179οἷς μὴ ἀρέσκοιτο τὰ προεισηγημένα, οὐδαμῶς εἰς κίνδυνον φέρον, διὰ τὸ μὴ δεσπότην εἶναι τὸν ἐφεστηκότα, ἀνεύθυνόν τε βλάπτοντι τὴν πόλιν καὶ αὐτοκράτορι μεταστήσασθαι τοὺς εἰρηκότας. 19.180καὶ τέτροφε τὴν τυραννίδα οὐδὲν νεώτερον πλὴν τε ἀργία καὶ τὸ πρὸς οὐδὲν τῶν ἐκείνῃ θελομένων ἀντιλογίᾳ χρώμενον· 19.181τῆς γὰρ εἰρήνης τοῦ τερπνοῦ ἡσσώμενοι καὶ μεμαθηκότες ἀνδραπόδων ἐν τρόπῳ ζῆν ὁπόσοι τε ἐπαΐομεν συμφορὰς ἀνηκέστους κακοῖς τε τοῖς πέλας ἐπείδομεν φόβῳ τοῦ μετʼ ἀρετῆς τελευτᾶν μετὰ αἰσχύνης τῆς ὑστάτης ὑπομένοντες τὰς τελευτάς.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.175 Joseph. AJ 19.179 (English) >>Joseph. AJ 19.184

Powered by PhiloLogic